1.

[7.57] καὶ μὴν οὐδὲ 〈ὁ〉 ὁμόζηλος τὸν ὁμόζηλον δύναται δοκιμάζειν˙ αὐτὸ γὰρ τοῦτο ἐζητοῦμεν, τίς ἐστιν ὁ τούτους κρίνων ἐν μιᾷ δυνάμει τὸ ὅσον ἐπὶ τῇ αὐτῇ τέχνῃ καθεστῶτας. ἄλλως τε, εἴπερ οὗτος ἐκεῖνον κρίνει, γενήσεται τὸ αὐτὸ κρῖνόν τε καὶ κρινόμενον πιστόν τε καὶ ἄπιστον˙