1.

[7.58] ᾗ μὲν γὰρ ὁμόζηλός ἐστιν ὁ ἕτερος τῷ κρινομένῳ, κρινόμενος καὶ αὐτὸς ἄπιστος ἔσται, ᾗ δὲ κρίνει, πιστὸς γενήσεται. οὐ δυνατὸν δὲ τὸ αὐτὸ καὶ κρῖνον καὶ κρινόμενον καὶ πιστὸν καὶ ἄπιστον ὑπάρχειν˙ οὐκ ἄρα ἔστι τις ὁ κρίνων τεχνικῶς.