1.

[7.61] καὶ μαρτυρεῖν φαίνεται τούτῳ ὁ ἀντικείμενος λόγος. εἰ γὰρ φήσει [σοί] τις μὴ πάντων τῶν πραγμάτων κριτήριον εἶναι τὸν ἄνθρωπον, βεβαιώσει τὸ πάντων τῶν πραγμάτων κριτήριον εἶναι τὸν ἄνθρωπον˙ αὐτὸς γὰρ ὁ τοῦτο λέγων ἄνθρωπός ἐστιν, καὶ 〈κριτήριον〉 τὸ ὡς πρὸς αὐτὸν τιθεὶς φαινόμενον ὁμολογεῖ καὶ αὐτὸ τοῦτο τῶν ὡς πρὸς αὐτὸν φαινομένων ὑπάρχειν. ὅθεν καὶ ὁ μεμηνὼς τῶν ἐν μανίᾳ φαινομένων πιστόν ἐστι κριτήριον, καὶ ὁ κοιμώμενος τῶν ἐν ὕπνοις καὶ ὁ νήπιος τῶν ἐν νηπιότητι καὶ ὁ γεγηρακὼς τῶν ἐν γήρᾳ προσπιπτόντων.