1.

[7.62] οὐκ ἔστι δὲ οἰκεῖον ἀπὸ τῶν διαφερουσῶν περιστάσεων τὰς διαφόρους περιστάσεις ἀθετεῖν, τουτέστιν ἀπὸ μὲν τῶν ἐν τῷ σωφρονεῖν ὑποπιπτόντων τὰ ἐν τῷ μεμηνέναι φαινόμενα, ἀπὸ δὲ τῶν ὕπαρ τὰ κατὰ τοὺς ὕπνους, ἀπὸ δὲ τῶν ἐν γήρᾳ τὰ ἐν νηπιότητι. ὡς γὰρ αὐτὰ ἐκείνοις οὐ φαίνεται, οὕτως καὶ ἀνάπαλιν τὰ τούτοις