1.

[7.63] φαινόμενα ἐκείνοις οὐ προσπίπτει. διόπερ εἰ ὅτι ὁ μεμηνὼς ἢ ὁ κοιμώμενος ἐν ποιᾷ διαθέσει θεωρεῖται, οὐκ ἔστι βέβαιος τῶν φαινομένων αὐτῷ κριτής, ἐπεὶ καὶ ὁ σωφρονῶν καὶ ὁ ἐγρηγορὼς ἐν ποιᾷ καθέστηκε διαθέσει, πάλιν οὐκ ἔσται πιστὸς πρὸς τὴν διάγνωσιν τῶν ὑποπιπτόντων αὐτῷ. μηδενὸς οὖν χωρὶς περιστάσεως λαμβανομένου, ἑκάστῳ πιστευτέον 〈.....〉 τῶν κατὰ τὴν οἰκείαν περίστασιν λαμβανομένων.