1.

[7.64] καὶ τούτῳ δὴ κινεῖσθαι τινὲς ὑπενόησαν τὸ κριτήριον, ἐπείπερ τουτὶ μὲν τῶν καθ' αὑτὰ ὑποκειμένων δοκιμαστικὸν εἶναι βούλεται, τοῦ τε ἀληθοῦς καὶ τοῦ ψεύδους διοριστικὸν ὑπάρχειν, ὁ δὲ προειρημένος ἀνὴρ οὔτε καθ' αὑτό τι ὑπάρχον οὔτε ψεῦδος ἀπολέλοιπεν. τοιοῦτοι δὲ γεγονέναι λέγονται καὶ οἱ περὶ τὸν Εὐθύδημον καὶ Διονυσόδωρον (
Cfr. Plat. Euthyd. 277 sqq.
)˙ τῶν γὰρ πρός τι καὶ οὗτοι τό τε ὂν καὶ τὸ ἀληθὲς ἀπολελοίπασιν.