1.

[7.91] τούτῳ δὲ τῷ λόγῳ δυνάμει καὶ ὁ Ἀσκληπιάδης εὑρίσκεται κατακεχρημένος
ἐν τῷ πρώτῳ τῶν περὶ οἴνου δόσεως
, ἔνθα ἐπὶ ὤχρας καὶ μέλανος ἵσταται˙ ‘μιγέντων γὰρ τούτων’ φησὶν ‘ἀδυνατεῖ διαγινώσκειν ἡ αἴσθησις, εἴτε ἕν ἐστι καὶ ἁπλοῦν χρῶμα τὸ ὑποκείμενον εἴτε καὶ μή.’ ὥστε ὁ μὲν Ἀναξαγόρας κοινῶς τὸν λόγον ἔφη κριτήριον εἶναι˙