[49] Πρός τε τὸν ὀνειδίσαντα αὐτῷ τὴν φυγήν, "ἀλλὰ τούτου γ' ἕνεκεν," εἶπεν, "ὦ κακόδαιμον, ἐφιλοσόφησα." καὶ πάλιν εἰπόντος τινός, "Σινωπεῖς σου φυγὴν κατέγνωσαν," "ἐγὼ δέ γε," εἶπεν, "ἐκείνων μονήν." ἰδών ποτ' Ὀλυμπιονίκην πρόβατα νέμοντα, "ταχέως," εἶπεν, "ὦ βέλτιστε, μετέβης ἀπὸ τῶν Ὀλυμπίων ἐπὶ τὰ Νέμεα." ἐρωτηθεὶς διὰ τί οἱ ἀθληταὶ ἀναίσθητοί εἰσιν, ἔφη, "ὅτι κρέασιν ὑείοις καὶ βοείοις ἀνῳκοδόμηνται." ᾔτει ποτὲ ἀνδριάντα˙ ἐρωτηθεὶς δὲ διὰ τί τοῦτο ποιεῖ, "μελετῶ," εἶπεν, "ἀποτυγχάνειν." αἰτῶν τινα - καὶ γὰρ τοῦτο πρῶτον ἐποίησε διὰ τὴν ἀπορίαν - ἔφη, "εἰ μὲν καὶ ἄλλῳ δέδωκας, δὸς κἀμοί˙ εἰ δὲ μηδενί, ἀπ' ἐμοῦ ἄρξαι." [49] Πρός τε τὸν ὀνειδίσαντα αὐτῷ τὴν φυγήν, "ἀλλὰ τούτου γ' ἕνεκεν," εἶπεν, "ὦ κακόδαιμον, ἐφιλοσόφησα." καὶ πάλιν εἰπόντος τινός, "Σινωπεῖς σου φυγὴν κατέγνωσαν," "ἐγὼ δέ γε," εἶπεν, "ἐκείνων μονήν." ἰδών ποτ' Ὀλυμπιονίκην πρόβατα νέμοντα, "ταχέως," εἶπεν, "ὦ βέλτιστε, μετέβης ἀπὸ τῶν Ὀλυμπίων ἐπὶ τὰ Νέμεα." ἐρωτηθεὶς διὰ τί οἱ ἀθληταὶ ἀναίσθητοί εἰσιν, ἔφη, "ὅτι κρέασιν ὑείοις καὶ βοείοις ἀνῳκοδόμηνται." ᾔτει ποτὲ ἀνδριάντα˙ ἐρωτηθεὶς δὲ διὰ τί τοῦτο ποιεῖ, "μελετῶ," εἶπεν, "ἀποτυγχάνειν." αἰτῶν τινα - καὶ γὰρ τοῦτο πρῶτον ἐποίησε διὰ τὴν ἀπορίαν - ἔφη, "εἰ μὲν καὶ ἄλλῳ δέδωκας, δὸς κἀμοί˙ εἰ δὲ μηδενί, ἀπ' ἐμοῦ ἄρξαι." [49] Πρός τε τὸν ὀνειδίσαντα αὐτῷ τὴν φυγήν, " Ἀλλὰ τούτου γε ἕνεκεν," εἶπεν, "ὦ κακόδαιμον, ἐφιλοσόφησα." Καὶ [40510] πάλιν εἰπόντος τινός, "Σινωπεῖς σου φυγὴν κατέγνωσαν," " Ἐγὼ δέ γε," εἶπεν, "ἐκείνων μονήν." Ἰδών ποτε Ὀλυμπιονίκην πρόβατα νέμοντα, "Ταχέως," εἶπεν, "ὦ βέλτιστε, μετέβης ἀπὸ τῶν Ὀλυμπίων ἐπὶ τὰ Νέμεα." Ἐρωτηθεὶς διὰ τί οἱ ἀθληταὶ ἀναίσθητοί εἰσιν, ἔφη˙ " Ὅτι κρέασιν [40515] ὑείοις καὶ βοείοις ἀνῳκοδόμηνται." Ἤτει ποτὲ ἀνδριάντα˙ ἐρωτηθεὶς δὲ διὰ τί τοῦτο ποιεῖ, "Μελετῶ," εἶπεν, "ἀποτυγχάνειν." Αἰτῶν τινα (καὶ γὰρ τοῦτο πρῶτον ἐποίησε διὰ τὴν ἀπορίαν) ἔφη˙ "Εἰ μὲν καὶ ἄλλῳ δέδωκας, δὸς κἀμοί˙ εἰ δὲ μηδενί, ἀπ' ἐμοῦ ἄρξαι."