1.

[7.99] (§§ 99-100 Cfr. M IV 4-5; PH III 154) καὶ ἄλλως, ἐπεὶ κατὰ τοὺς λόγους τῶν τεσσάρων τούτων ἀριθμῶν τό τε σῶμα καὶ τὸ ἀσώματον νοεῖται, ἐξ ὧν τὰ πάντα (στιγμῆς γὰρ ῥυείσης γραμμὴν φαντασιούμεθα, ἥτις ἐστὶ μῆκος ἀπλατές, γραμμῆς δὲ ῥυείσης πλάτος ἐποιήσαμεν, ὅπερ ἐστὶν ἐπιφάνειά τις ἀβαθής, ἐπιφανείας δὲ ῥυείσης στερεὸν ἐγένετο σῶμα.