1.

[7.100] ἀλλ' ἦν γε ἐπὶ μὲν τῆς στιγμῆς ἡ μονὰς ἀδιαίρετος οὖσα, καθὼς καὶ ἡ στιγμή, ἐπὶ δὲ τῆς γραμμῆς ὁ δύο ἀριθμός, 〈ἐπὶ δὲ τῆς ἐπιφανείας ὁ τρία ἀριθμός〉˙ ποθὲν γάρ 〈που〉 πάρεστιν ἡ γραμμή, τουτέστιν ἀπὸ σημείου ἐπὶ σημεῖον καὶ πάλιν ἀπὸ τούτου ἐπὶ ἄλλο σημεῖον˙ ἐπὶ δὲ τοῦ στερεοῦ σώματος ὁ τέσσαρα˙ ἐὰν γὰρ τρισὶ σημείοις τέταρτον ἐπαιωρήσωμεν σημεῖον, πυραμὶς γίνεται, ὅπερ δὴ πρῶτόν ἐστι στερεοῦ σώματος σχῆμα), κατὰ λόγον οὖν ἡ τετρακτὺς πηγὴ τῆς τῶν ὅλων φύσεως ἐστίν.