1.

[7.101] καὶ ἄλλως˙ πᾶν τὸ καταλαμβανόμενον ἀνθρώπῳ, φασίν, ἤτοι σῶμά ἐστιν ἢ ἀσώματον˙ ἐάν τε δὲ σῶμα ἐάν τε καὶ ἀσώματον, οὐ χωρὶς τῆς τῶν ἀριθμῶν ἐννοίας καταλαμβάνεται, τὸ μὲν σῶμα, ἐπεὶ τριχῇ διαστατὸν καθεστὼς τὸν τρία ἀριθμὸν ὑπαγορεύει.