1.

[7.102] (§102 Cfr. M IX 78) ἐπεὶ δὲ τῶν σωμάτων τὰ μέν ἐστιν ἐκ συναπτομένων ὡς πλοῖα καὶ ἁλύσεις καὶ πυργίσκοι, τὰ δὲ ἐξ ἡνωμένων, ἅπερ ὑπὸ μιᾶς ἕξεως συνέχεται, ὡς φυτὰ καὶ ζῷα, τὰ δὲ ἐκ διεστώτων ὡς χοροὶ καὶ στρατιαὶ καὶ ποῖμναι˙ - ἀλλ' ἐάν τε ἐκ συναπτομένων ἐάν τε ἐξ ἡνωμένων ἐάν τε ἐκ διεστώτων, ἀριθμοὺς ἔχει παρόσον ἐκ πλειόνων συνέστηκεν.