1.

[7.103] ἔτι τῶν σωμάτων τὰ μὲν ἐν ἁπλαῖς κεῖται ποιότησι τὰ δὲ ἐν ἀθρόαις, καθάπερ τὸ μῆλον˙ καὶ γὰρ ποιὸν ἔχει χρῶμα πρὸς ὅρασιν καὶ χυλὸν πρὸς γεῦσιν καὶ ὀσμὴν πρὸς ὄσφρησιν καὶ λειότητα πρὸς ἁφήν˙ ἃ δὴ τῆς τῶν ἀριθμῶν ἐστὶ φύσεως.