1.

[7.104] (§ 104 Cfr. PH III 153) ὁ δ' αὐτὸς καὶ ἐπὶ τῶν ἀσωμάτων ἐστὶ λόγος, εἴγε καὶ χρόνος ἀσώματος ὢν ἀριθμῷ λαμβάνεται, ὥς ἐστι συμφανὲς ἀπὸ ἐνιαυτῶν τε καὶ μηνῶν καὶ ἡμερῶν καὶ ὡρῶν. ὡσαύτως δὲ καὶ ἡ στιγμὴ καὶ γραμμὴ καὶ ἐπιφάνεια, καὶ τἆλλα περὶ ὧν καὶ μικρῷ πρότερον διελέχθημεν, ἀνάγοντες καὶ τὰς τούτων νοήσεις εἰς ἀριθμούς.