1.

[7.105] συνᾴδειν δὲ τοῖς εἰρημένοις φασὶ καὶ τὰ κατὰ τὸν βίον, ἔτι δὲ τὰ κατὰ τὰς τέχνας πράγματα. ὅ τε γὰρ βίος ἕκαστον κρίνει κριτηρίοις ἅπερ ἐστὶν ἀριθμοῦ μέτρα. ἐὰν γοῦν ἀνέλωμεν τὸν ἀριθμόν, ἀναιρεθήσεται 〈μὲν〉 πῆχυς ἐκ δυεῖν ἡμιπηχείων καὶ παλαιστῶν ἓξ καὶ δακτύλων εἰκοσιτεσσάρων συγκείμενος, ἀναιρεθήσεται δὲ μέδιμνος καὶ τάλαντον καὶ τὰ λοιπὰ τῶν κριτηρίων˙ ταῦτα γὰρ πάντα ἐκ πλειόνων συνεστῶτα εὐθὺς ἀριθμοῦ ἐστιν εἴδη.