1.

[7.106] ὅθεν καὶ τὰ λοιπὰ τούτῳ συνέχεται, δάνεια μαρτυρίαι ψῆφοι συγγραφαὶ χρόνοι περίοδοι. καὶ καθόλου τῶν ἀμηχάνων ἐστὶν εὑρεῖν τι κατὰ τὸν βίον ἀμοιροῦν τούτου. πᾶσά γε μὴν τέχνη οὐ χωρὶς ἀναλογίας συνέστη, ἀναλογία δ' ἐν ἀριθμῷ κεῖται˙ πᾶσα ἄρα τέχνη δι' ἀριθμοῦ συνέστη.