1.

[7.113] τὰς δὲ ὁράσεις Ἡλιάδας κούρας κέκληκε, δώματα μὲν Νυκτὸς ἀπολιπούσας, ῾῾ἐς φάος 〈δὲ〉 ὠσαμένας᾽᾽ διὰ τὸ μὴ χωρὶς φωτὸς γίνεσθαι τὴν χρῆσιν αὐτῶν. ἐπὶ δὲ τὴν ῾῾πολύποινον᾽᾽ ἐλθεῖν Δίκην καὶ ἔχουσαν ῾῾κληῖδας ἀμοιβούς᾽᾽, τὴν διάνοιαν ἀσφαλεῖς ἔχουσαν τὰς τῶν πραγμάτων καταλήψεις.