1.

[7.115] Ἐμπεδοκλῆς δὲ ὁ Ἀκραγαντῖνος κατὰ μὲν τοὺς ἁπλούστερον δοκοῦντας αὐτὸν ἐξηγεῖσθαι ἓξ κριτήρια τῆς ἀληθείας παραδίδωσιν. δύο γὰρ δραστηρίους τῶν ὅλων ἀρχὰς ὑποθέμενος, φιλίαν καὶ νεῖκος, ἅμα τε τῶν τεσσάρων μνησθεὶς ὡς ὑλικῶν, γῆς τε καὶ ὕδατος καὶ ἀέρος καὶ πυρός, πάντων ταῦτα ἔφη κριτήρια τυγχάνειν.