1.

[7.119] Πλάτων δὲ ἐν τῷ
Τιμαίῳ
(Cfr.
Plato Tim. p. 45 B
) πρὸς παράστασιν τοῦ ἀσώματον εἶναι τὴν ψυχὴν τῷ αὐτῷ γένει τῆς ἀποδείξεως κέχρηται. εἰ γὰρ ἡ μὲν ὅρασις, φησί, φωτὸς ἀντιλαμβανομένη εὐθύς ἐστι φωτοειδής, ἡ δὲ ἀκοὴ ἀέρα πεπληγμένον κρίνουσα, ὅπερ ἐστὶ τὴν φωνήν, εὐθὺς ἀεροειδὴς θεωρεῖται, ἡ δὲ ὄσφρησις ἀτμοὺς γνωρίζουσα πάντως ἐστὶν ἀτμοειδὴς καὶ ἡ γεῦσις χυλοὺς χυλοειδής, κατ' ἀνάγκην καὶ ἡ ψυχὴ τὰς ἀσωμάτους ἰδέας λαμβάνουσα, καθάπερ τὰς ἐν ἀριθμοῖς καὶ τὰς ἐν τοῖς πέρασι τῶν σωμάτων, γίνεταί τις ἀσώματος.