1.

[7.121] ‘γαίῃ μὲν γὰρ γαῖαν ὀπώπαμεν, ὕδατι δ' ὕδωρ,
αἰθέρι δ' αἰθέρα δῖον, ἀτὰρ πυρὶ πῦρ ἀίδηλον,
στοργὴν δὲ στοργῇ, νεῖκος δέ τε νείκεϊ λυγρῷ,’
ἐμφαίνων ὡς γῆν μὲν καταλαμβανόμεθα μετουσίᾳ γῆς, ὕδωρ δὲ κατὰ μετοχὴν ὕδατος, ἀέρα δὲ μετουσίᾳ τοῦ ἀέρος, καὶ ἐπὶ πυρὸς τὸ ἀνάλογον.