1.

[7.124] περὶ δὲ τοῦ μὴ εἰς τὸ παντελὲς ἄληπτον εἶναι τὴν ἀλήθειαν, ἀλλ' ἐφ' ὅσον ἱκνεῖται ὁ ἀνθρώπινος λόγος ληπτὴν ὑπάρχειν, διασαφεῖ τοῖς προκειμένοις ἐπιφέρων
‘σὺ 〈δ'〉 οὖν ἐπεὶ ὧδ' ἐλιάσθης,
πεύσεαι, οὐ πλέον ἠὲ βροτείη μῆτις ὄρωρεν.’(31 B 2 Diels-Kranz)
καὶ διὰ τῶν ἑξῆς ἐπιπλήξας τοῖς πλέον ἐπαγγελλομένοις γιγνώσκειν παρίστησιν, ὅτι τὸ δι' ἑκάστης αἰσθήσεως λαμβανόμενον πιστόν ἐστι, τοῦ λόγου τούτων ἐπιστατοῦντος, καίπερ πρότερον καταδραμὼν τῆς ἀπ' αὐτῶν πίστεως.