1.

[7.126] Τοιαῦτα μὲν καὶ ὁ Ἐμπεδοκλῆς ˙ ὁ δὲ Ἡράκλειτος (22 A 16;22 B 107 Diels-Kranz) , ἐπεὶ πάλιν ἐδόκει δυσὶν ὠργανῶσθαι ὁ ἄνθρωπος πρὸς τὴν τῆς ἀληθείας γνῶσιν, αἰσθήσει τε καὶ λόγῳ, τούτων τὴν 〈μὲν〉 αἴσθησιν παραπλησίως τοῖς προειρημένοις φυσικοῖς ἄπιστον εἶναι νενόμικεν, τὸν δὲ λόγον ὑποτίθεται κριτήριον. ἀλλὰ τὴν μὲν αἴσθησιν ἐλέγχει λέγων κατὰ λέξιν ‘κακοὶ μάρτυρες ἀνθρώποισιν ὀφθαλμοὶ καὶ ὦτα βαρβάρους ψυχὰς ἐχόντων’, ὅπερ ἴσον ἦν τῷ βαρβάρων