1.

[7.128] ἐμφαίνει δὲ τὸ τοιοῦτο πολὺ πρόσθεν Ὅμηρος (
Hom. Od. XVIII 136-7
) εἰπών˙
‘τοῖος γὰρ νόος ἐστὶν ἐπιχθονίων ἀνθρώπων,
οἷον ἐπ' ἦμαρ ἄγῃσι πατὴρ ἀνδρῶν τε θεῶν τε.’
καὶ Ἀρχίλοχος δέ φησι τοὺς ἀνθρώπους τοιαῦτα φρονεῖν (
fr. 70 (ed).
)
‘ὁποίην Ζεὺς ἐφ' ἡμέρην ἄγει.’
εἴρηται δὲ καὶ τῷ Εὐριπίδῃ (
Troad. 885
)τὸ αὐτό˙
‘ὅστις 〈ποτ'〉 εἶ σὺ δυστόπαστος εἰσιδεῖν
Ζεύς, εἴτ' ἀνάγκη φύσεος εἴτε νοῦς βροτῶν,
ἐπευξάμην σε.’