1.

[7.136] ἐν δὲ τοῖς
Κρατυντηρίοις
(Cfr. 68 A 33 Diels-Kranz), καίπερ ὑπεσχημένος ταῖς αἰσθήσεσι τὸ κράτος τῆς πίστεως ἀναθεῖναι, οὐδὲν ἧττον εὑρίσκεται τούτων καταδικάζων. φησὶ γάρ˙ ‘ἡμεῖς δὲ τῷ μὲν ἐόντι οὐδὲν ἀτρεκὲς συνίεμεν, μεταπίπτον δὲ κατά τε σώματος διαθήκην καὶ τῶν ἐπεισιόντων καὶ τῶν ἀντιστηριζόντων.’ καὶ πάλιν φησίν(68 B 10 Diels-Kranz)˙ ‘ἐτεῇ μέν νυν ὅτι οἷον ἕκαστον ἔστιν 〈ἢ〉 οὐκ ἔστιν οὐ συνίεμεν, πολλαχῇ δεδήλωται.