1.

[7.137] ἐν δὲ τῷ
Περὶ ἰδεῶν
(68 B 6 Diels-Kranz)˙ ‘ γιγνώσκειν τε χρή’ φησίν, ‘ἄνθρωπον τῷδε τῷ κανόνι, ὅτι ἐτεῆς ἀπήλλακται,’ καὶ πάλιν (68 B 7 Diels-Kranz)˙ ‘δηλοῖ μὲν δὴ καὶ οὗτος ὁ λόγος, ὅτι ἐτεῇ οὐδὲν ἴσμεν περὶ οὐδενός, ἀλλ' ἐπιρυσμίη ἑκάστοισιν ἡ δόξις,’ καὶ ἔτι (68 B 8 Diels-Kranz)˙ ‘καίτοι δῆλον ἔσται, ὅτι ἐτεῇ οἷον ἕκαστον γιγνώσκειν ἐν ἀπόρῳ ἐστί.’ καὶ δὴ ἐν μὲν τούτοις πᾶσαν σχεδὸν κινεῖ κατάληψιν, 〈εἰ〉