1.

[7.140] Διότιμος (76 B 3 Diels-Kranz) δὲ τρία κατ' αὐτὸν ἔλεγεν εἶναι κριτήρια, τῆς μὲν τῶν ἀδήλων καταλήψεως τὰ φαινόμενα - ὄψις γὰρ τῶν ἀδήλων τὰ φαινόμενα, ὥς φησιν Ἀναξαγόρας (Cfr. 68 A 11; 59 B 21Diels-Kranz), ὃν ἐπὶ τούτῳ Δημόκριτος ἐπαινεῖ -, ζητήσεως δὲ τὴν ἔννοιαν - περὶ παντὸς γάρ, ὦ παῖ, μία ἀρχὴ τὸ εἰδέναι περὶ ὅτου ἔστιν ἡ ζήτησις (
Plat. Phaedr. 237 B
) -, αἱρέσεως δὲ καὶ φυγῆς τὰ πάθη˙ τὸ μὲν γὰρ ᾧ προσοικειούμεθα, τοῦτο αἱρετόν ἐστιν, τὸ δὲ ᾧ προσαλλοτριούμεθα, τοῦτο φευκτόν ἐστιν. Ἡ μὲν οὖν τῶν παλαιῶν περὶ τοῦ κριτηρίου τῆς ἀληθείας ἱστορία τοιαύτη τις ἦν˙