1.

[7.141] ἁπτώμεθα δὲ ἑξῆς καὶ τῶν μετὰ τοὺς φυσικοὺς αἱρέσεων. Πλάτων τοίνυν ἐν τῷ Τιμαίῳ διελόμενος τὰ πράγματα εἴς τε τὰ νοητὰ καὶ αἰσθητά, καὶ εἰπὼν περιληπτὰ μὲν λόγῳ εἶναι τὰ νοητά, δοξαστὰ δὲ τυγχάνειν τὰ αἰσθητά, προδήλως κριτήριον ὥρισε τῆς τῶν πραγμάτων γνώσεως τὸν λόγον, συμπεριλαβὼν αὐτῷ καὶ τὴν διὰ τῆς αἰσθήσεως ἐνάργειαν.