1.

[7.143] περιληπτικὸν δὲ καλεῖσθαί φασι λόγον παρ' αὐτῷ οἱ Πλατωνικοὶ τὸν κοινὸν τῆς ἐναργείας καὶ τῆς ἀληθείας. δεῖ γὰρ τὸν λόγον ἐν τῷ κρίνειν τὴν ἀλήθειαν ἀπὸ τῆς ἐναργείας ὁρμᾶσθαι, εἴπερ δι' ἐναργῶν ἡ κρίσις γίνεται τῶν ἀληθῶν. ἀλλ' ἥ τε ἐνάργεια οὐκ ἔστιν αὐτάρκης πρὸς γνῶσιν ἀληθοῦς˙ οὐ γὰρ εἴ τι κατ' ἐνάργειαν φαίνεται, τοῦτο καὶ κατ' ἀλήθειαν ὑπάρχει˙ ἀλλὰ δεῖ παρεῖναι τὸ κρῖνον τί τε φαίνεται μόνον καὶ τί σὺν τῷ φαίνεσθαι ἔτι καὶ κατ' ἀλήθειαν ὑπόκειται, τουτέστι τὸν λόγον.