1.

[7.144] ἀμφότερα τοίνυν συνελθεῖν δεήσει, τήν τε ἐνάργειαν ὡς ἂν ἀφετήριον οὖσαν τῷ λόγῳ πρὸς τὴν κρίσιν τῆς ἀληθείας, καὶ αὐτὸν τὸν λόγον πρὸς διάκρισιν τῆς ἐναργείας. εἰς μέντοι τὸ ἐπιβάλλειν τῇ ἐναργείᾳ καὶ τὸ ἐν ταύτῃ ἀληθὲς διακρίνειν πάλιν συνεργοῦ δεῖται ὁ λόγος τῆς αἰσθήσεως˙ διὰ ταύτης γὰρ τὴν φαντασίαν παραδεχόμενος ποιεῖται τὴν νόησιν καὶ τὴν ἐπιστήμην τἀληθοῦς, ὥστε περιληπτικὸν αὐτὸν ὑπάρχειν τῆς τε ἐναργείας καὶ τῆς ἀληθείας, ὅπερ ἴσον ἐστὶ τῷ καταληπτικόν.