1.

[7.164] πάλιν οὖν ἐπεὶ οὐδεμία ἐστὶν ἀληθὴς τοιαύτη οἵα οὐκ ἂν γένοιτο ψευδής, ἀλλὰ πάσῃ τῇ δοκούσῃ ἀληθεῖ καθεστάναι εὑρίσκεταί τις ἀπαράλλακτος ψευδής, γενήσεται τὸ κριτήριον ἐν κοινῇ φαντασίᾳ τοῦ τε ἀληθοῦς καὶ ψεύδους. ἡ δὲ κοινὴ τούτων φαντασία οὔκ ἐστι καταληπτική, μὴ οὖσα δὲ καταληπτικὴ οὐδὲ κριτήριον ἔσται.