HTML: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-7,171
RDF: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-7,171.rdf
1.
[7.171] τῆς δὲ φαινομένης ἀληθοῦς ἡ μέν τίς ἐστιν ἀμυδρά, ὡς ἡ ἐπὶ τῶν παρὰ μικρότητα τοῦ
θεωρουμένου ἢ παρὰ ἱκανὸν διάστημα ἢ καὶ παρὰ ἀσθένειαν τῆς ὄψεως συγκεχυμένως καὶ οὐκ ἐκτύπως
τι λαμβανόντων, ἡ δέ τις ἦν σὺν τῷ φαίνεσθαι ἀληθὴς ἔτι καὶ σφοδρὸν ἔχουσα τὸ φαίνεσθαι αὐτὴν
ἀληθῆ.