1.

[7.174] (§ 174 Cfr. M II 63) τὸ δὲ πιθανὸν ὡς πρὸς τὸ παρὸν λέγεται τριχῶς, καθ' ἕνα μὲν τρόπον τὸ ἀληθές τε ὂν καὶ φαινόμενον ἀληθές, καθ' ἕτερον δὲ τὸ ψευδὲς μὲν καθεστὼς φαινόμενον δὲ ἀληθές, κατὰ δὲ τρίτον τὸ [ἀληθὲς] κοινὸν ἀμφοτέρων. ὅθεν τὸ κριτήριον ἔσται μὲν ἡ φαινομένη ἀληθὴς φαντασία, ἣν καὶ πιθανὴν προσηγόρευον οἱ ἀπὸ