1.

[7.175] τῆς Ἀκαδημίας, ἐμπίπτει δὲ ἔσθ' ὅτε καὶ ψευδής, ὥστε ἀνάγκην ἔχειν καὶ τῇ κοινῇ ποτὲ τοῦ ἀληθοῦς καὶ ψευδοῦς φαντασίᾳ χρῆσθαι. οὐ μέντοι διὰ τὴν σπάνιον ταύτης παρέμπτωσιν, λέγω δὲ τῆς μιμουμένης τὸ ἀληθές, ἀπιστητέον ἐστὶ τῇ ὡς 〈ἐπὶ〉 τὸ πολὺ ἀληθευούσῃ˙ τῷ γὰρ ὡς ἐπὶ τὸ πολὺ τάς τε κρίσεις καὶ τὰς πράξεις κανονίζεσθαι συμβέβηκεν.
Τὸ μὲν οὖν πρῶτον καὶ κοινὸν κριτήριον κατὰ τοὺς περὶ τὸν Καρνεάδην ἐστὶ τοιοῦτον˙