1.

[7.176] ἐπεὶ δὲ οὐδέποτε φαντασία μονοειδὴς ὑφίσταται ἀλλ' ἁλύσεως τρόπον ἄλλη ἐξ ἄλλης ἤρτηται, δεύτερον προσγενήσεται κριτήριον ἡ πιθανὴ ἅμα καὶ ἀπερίσπαστος φαντασία. οἷον ὁ ἀνθρώπου σπῶν φαντασίαν ἐξ ἀνάγκης καὶ τῶν περὶ αὐτὸν λαμβάνει φαντασίαν καὶ τῶν ἐκτός,