1.

[7.177] τῶν μὲν περὶ αὐτὸν 〈ὡς〉 χρόας μεγέθους σχήματος κινήσεως λαλιᾶς ἐσθῆτος ὑποδέσεως, τῶν δὲ ἐκτὸς ὡς ἀέρος φωτὸς ἡμέρας οὐρανοῦ γῆς φίλων, τῶν ἄλλων ἁπάντων. ὅταν οὖν μηδεμία τούτων τῶν φαντασιῶν περιέλκῃ ἡμᾶς τῷ φαίνεσθαι ψευδής, ἀλλὰ πᾶσαι συμφώνως φαίνωνται ἀληθεῖς, μᾶλλον πιστεύομεν.