1.

[7.181] τοιαύτη γοῦν ἐστὶ καὶ ἡ ἀπερίσπαστος φαντασία˙ ἥτις καὶ αὐτὴ πλάτος ἔχειν ἔοικε διὰ τὸ ἄλλην ἄλλης μᾶλλον ἀπερίσπαστον εὑρίσκεσθαι.
Τῆς δὲ ἀπερισπάστου φαντασίας πιστοτέρα μᾶλλόν ἐστι καὶ τελειοτάτη ἡ ποιοῦσα τὴν κρίσιν, ἣ σὺν τῷ ἀπερίσπαστος εἶναι ἔτι καὶ διεξωδευμένη καθέστηκεν (Cfr. 166).