1.

[7.182] τίς δέ ἐστι καὶ ὁ ταύτης χαρακτήρ, παρακειμένως ὑποδεικτέον. ἐπὶ μὲν γὰρ τῆς ἀπερισπάστου ψιλὸν ζητεῖται τὸ μηδεμίαν τῶν ἐν τῇ συνδρομῇ φαντασιῶν ὡς ψευδῆ ἡμᾶς περισπᾶν, πάσας δὲ εἶναι ἀληθεῖς τε καὶ φαινομένας καὶ μὴ ἀπιθάνους˙ ἐπὶ δὲ τῆς κατὰ τὴν περιωδευμένην συνδρομῆς ἑκάστην τῶν ἐν τῇ συνδρομῇ ἐπιστατικῶς δοκιμάζομεν, ὁποῖόν τι γίνεται καὶ ἐν ταῖς ἐκκλησίαις, ὅταν ὁ δῆμος ἕκαστον τῶν μελλόντων ἄρχειν ἢ δικάζειν ἐξετάζῃ εἰ ἄξιός ἐστι τοῦ πιστευθῆναι τὴν ἀρχὴν 〈ἢ〉 τὴν κρίσιν.