1.

[7.185] οὐ μὴν ἀλλ' ὥσπερ ἐπὶ τῶν διαφερόντων πραγμάτων τὴν διάφορόν φασι παραλαμβάνειν φαντασίαν, οὕτω καὶ κατὰ τὰς διαφόρους περιστάσεις μὴ τῇ αὐτῇ κατακολουθεῖν. τῇ μὲν γὰρ αὐτὸ μόνον πιθανῇ προσέχειν λέγουσιν ἐφ' ὧν οὐ δίδωσιν ἡμῖν καιρὸν ἡ περίστασις 〈πρὸς〉 ἀκριβῆ τοῦ πράγματος ἀναθεώρησιν.