1.

[7.186] οἷον διώκεταί τις ὑπὸ πολεμίων, καὶ ἐλθὼν εἰς τάφρον τινὰ φαντασίαν σπᾷ ὡς κἀνταῦθα πολεμίων αὐτὸν λοχώντων˙ εἶθ' ὑπὸ ταύτης τῆς φαντασίας ὡς πιθανῆς συναρπασθεὶς ἐκκλίνεται καὶ φεύγει τὴν τάφρον, ἑπόμενος τῇ περὶ τὴν φαντασίαν πιθανότητι, πρὶν ἀκριβῶς ἐπιστῆσαι, πότερον τῷ ὄντι λόχος ἔστι πολεμίων κατὰ τὸν τόπον ἢ οὐδαμῶς.