1.

[7.187] τῇ δὲ πιθανῇ καὶ περιωδευμένῃ ἕπονται ἐφ' ὧν χρόνος δίδοται εἰς τὸ μετὰ ἐπιστάσεως καὶ διεξόδου χρῆσθαι τῇ κρίσει τοῦ προσπίπτοντος πράγματος. οἷον (Cfr. PH I 227) ἐν ἀλαμπεῖ οἰκήματι εἵλημα σχοινίου θεασάμενός τις παραυτίκα μὲν ὄφιν ὑπολαβὼν τυγχάνειν ὑπερήλατο, τὸ δὲ μετὰ τοῦτο ὑποστρέψας ἐξετάζει τἀληθές, καὶ εὑρὼν ἀκίνητον ἤδη μὲν εἰς τὸ μὴ εἶναι ὄφιν ῥοπὴν ἴσχει κατὰ τὴν διάνοιαν,