1.

[7.188] ὅμως δὲ λογιζόμενος ὅτι καὶ ὄφεις ποτὲ ἀκινητοῦσι χειμερινῷ κρύει παγέντες, βακτηρίᾳ καθικνεῖται τοῦ σπειράματος, καὶ τότε οὕτως ἐκπεριοδεύσας τὴν προσπίπτουσαν φαντασίαν συγκατατίθεται τῷ ψεῦδος εἶναι τὸ ὄφιν ὑπάρχειν τὸ φαντασθὲν αὐτῷ σῶμα. καὶ πάλιν, ὡς προεῖπον, ὁρῶντές τι περιφανῶς συγκατατιθέμεθα ὅτι τοῦτο ἀληθές ἐστι, προδιεξοδεύσαντες ὅτι ἀρτίους μὲν ἔχομεν τὰς αἰσθήσεις, ὕπαρ δὲ καὶ οὐ καθ' ὕπνους βλέπομεν, συμπάρεστι δὲ καὶ διαυγὴς ἀὴρ καὶ ἀπόστημα σύμμετρον καὶ ἀκινησία τοῦ προσπίπτοντος,