1.

[7.189] ὥστε διὰ ταῦτα πιστὴν εἶναι τὴν φαντασίαν, χρόνον ἡμῶν ἐσχηκότων αὐτάρκη πρὸς διέξοδον τῶν κατὰ τὸν τόπον αὐτῆς θεωρουμένων. ὁ δ' αὐτὸς λόγος ἐστὶ καὶ περὶ τῆς ἀπερισπάστου˙ προσίενται γὰρ αὐτὴν ὅταν μηδὲν ᾖ τὸ ἀντιπεριέλκειν δυνάμενον, ὡς ἐπὶ Μενελάου προείρηται (§§ 180-181).