1.

[7.192] εἰκὸς γάρ ἐστι καὶ ὑπὸ μὴ λευκοῦ τινα λευκαντικῶς διατεθῆναι καὶ ὑπὸ μὴ γλυκέος γλυκανθῆναι. καθὰ γὰρ (Cfr. PH I 101, 126) ὁ μὲν σκοτωθεὶς καὶ ἰκτεριῶν ὠχραντικῶς ὑπὸ πάντων κινεῖται, ‘ὁ δὲ ὀφθαλμιῶν ἐρυθαίνεται, ὁ δὲ παραπιέσας τὸν ὀφθαλμὸν ὡς ὑπὸ δυεῖν κινεῖται, ὁ δὲ μεμηνὼς δισσὰς ὁρᾷ τὰς Θήβας καὶ δισσὸν φαντάζεται τὸν ἥλιον’(
Euripid. Bacch. 918/19
),