1.

[7.193] ἐπὶ πάντων δὲ τούτων τὸ μὲν ὅτι τόδε τι πάσχουσιν, οἷον ὠχραίνονται ἢ ἐρυθαίνονται ἢ δυάζονται, ἀληθές, τὸ δὲ ὅτι ὠχρόν ἐστι τὸ κινοῦν αὐτοὺς ἢ ἐνερευθὲς ἢ διπλοῦν ψεῦδος εἶναι νενόμισται, οὕτω καὶ ἡμᾶς εὐλογώτατόν ἐστι πλέον τῶν οἰκείων παθῶν μηδὲν λαμβάνειν δύνασθαι. ὅθεν ἤτοι τὰ πάθη φαινόμενα θετέον ἢ τὰ ποιητικὰ τῶν παθῶν.