1.

[7.197] μηδενὸς δὲ κοινοῦ πάθους περὶ ἡμᾶς γινομένου προπετές ἐστι τὸ λέγειν ὅτι τὸ ἐμοὶ τοῖον φαινόμενον τοῖον καὶ τῷ παρεστῶτι φαίνεται. τάχα γὰρ ἐγὼ μὲν οὕτω συγκέκριμαι ὡς λευκαίνεσθαι ὑπὸ τοῦ ἔξωθεν προσπίπτοντος, ἕτερος δὲ οὕτω κατεσκευασμένην ἔχει τὴν αἴσθησιν ὥστε ἑτέρως διατεθῆναι. οὐ πάντως οὖν κοινόν ἐστι τὸ φαινόμενον ἡμῖν.