1.

[7.201] Οὐκ ἄποθεν δὲ τῆς τούτων δόξης ἐοίκασιν εἶναι καὶ οἱ ἀποφαινόμενοι κριτήριον ὑπάρχειν τῆς ἀληθείας τὰς αἰσθήσεις. ὅτι γὰρ ἐγένοντό τινες τὸ τοιοῦτο ἀξιοῦντες, προῦπτον πεποίηκεν Ἀντίοχοςἀπὸ τῆς Ἀκαδημίας(Cfr. § 62; PH I 235),
ἐν δευτέρῳ τῶν Κανονικῶν
ῥητῶς γράψας ταῦτα ‘ἄλλος δέ τις, ἐν ἰατρικῇ μὲν οὐδενὸς δεύτερος, ἁπτόμενος δὲ καὶ φιλοσοφίας, ἐπείθετο τὰς μὲν αἰσθήσεις ὄντως καὶ ἀληθῶς ἀντιλήψεις εἶναι, λόγῳ δὲ μηδὲν ὅλως ἡμᾶς καταλαμβάνειν’.