1.

[7.204] καὶ ἐπὶ τῶν κατὰ μέρος τὸ παραπλήσιον χρὴ λογίζεσθαι. τὸ γὰρ ὁρατὸν οὐ μόνον φαίνεται ὁρατόν, ἀλλὰ καὶ ἔστι τοιοῦτον ὁποῖον φαίνεται˙ καὶ τὸ ἀκουστὸν οὐ μόνον φαίνεται ἀκουστόν, ἀλλὰ καὶ ταῖς ἀληθείαις τοιοῦτον ὑπῆρχεν, καὶ ἐπὶ τῶν ἄλλων ὡσαύτως. γίνονται οὖν πᾶσαι αἱ φαντασίαι ἀληθεῖς. καὶ κατὰ λόγον˙