[50] Ἔλεγε δὲ τοὺς ἐν ᾅδου μᾶλλον ἂν κολάζεσθαι εἰ ὁλοκλήροις καὶ μὴ τετρημένοις ἀγγείοις ὑδροφόρουν. πρὸς τὸν ἀδολέσχην λιπαροῦντα αὐτῷ συλλαβέσθαι, "τὸ ἱκανόν σοι ποιήσω," φησίν, "ἐὰν παρακλήτους πέμψῃς καὶ αὐτὸς μὴ ἔλθῃς." πλέων μετὰ πονηρῶν λῃσταῖς περιέπεσε˙ τῶν δέ, "ἀπολώλαμεν," εἰπόντων, "ἐὰν γνωσθῶμεν," "ἐγὼ δέ γε," φησίν, "ἐὰν μὴ γνωσθῶμεν." τὴν οἴησιν ἔλεγε προκοπῆς ἐγκοπήν. πρὸς πλούσιον μικρολόγον, "οὐχ οὗτος," ἔφη, "τὴν οὐσίαν κέκτηται, ἀλλ' ἡ οὐσία τοῦτον." ἔλεγε τοὺς μικρολόγους τῶν μὲν ὑπαρχόντων ὡς ἰδίων ἐπιμελεῖσθαι, ὡς δ' ἐξ ἀλλοτρίων μηδὲν ὠφελεῖσθαι. τῇ μὲν ἀνδρείᾳ νέους ὄντας ἔφη χρῆσθαι, τῇ δὲ φρονήσει γηράσκοντας ἀκμάζειν. [50] Ἔλεγε δὲ τοὺς ἐν ᾅδου μᾶλλον ἂν κολάζεσθαι εἰ ὁλοκλήροις καὶ μὴ τετρημένοις ἀγγείοις ὑδροφόρουν. πρὸς τὸν ἀδολέσχην λιπαροῦντα αὐτῷ συλλαβέσθαι, "τὸ ἱκανόν σοι ποιήσω," φησίν, "ἐὰν παρακλήτους πέμψῃς καὶ αὐτὸς μὴ ἔλθῃς." πλέων μετὰ πονηρῶν λῃσταῖς περιέπεσε˙ τῶν δέ, "ἀπολώλαμεν," εἰπόντων, "ἐὰν γνωσθῶμεν," "ἐγὼ δέ γε," φησίν, "ἐὰν μὴ γνωσθῶ." τὴν οἴησιν ἔλεγε προκοπῆς ἐγκοπήν. πρὸς τὸν μικρολόγον πλούσιον, "οὐχ οὗτος," ἔφη, "τὴν οὐσίαν κέκτηται, ἀλλ' ἡ οὐσία τοῦτον." ἔλεγε τοὺς μικρολόγους τῶν μὲν ὑπαρχόντων ὡς ἰδίων ἐπιμελεῖσθαι, ὡς δ' ἐξ ἀλλοτρίων μηδὲν ὠφελεῖσθαι. τῇ μὲν ἀνδρείᾳ νέους ὄντας ἔφη χρῆσθαι, τῇ δὲ φρονήσει γηράσκοντας ἀκμάζειν. [50] Ἔλεγε δὲ τοὺς ἐν ᾅδου μᾶλλον ἂν κολάζεσθαι εἰ ὁλοκλήροις καὶ μὴ τετρημένοις ἀγγείοις ὑδροφόρουν. Πρὸς [2931] τὸν ἀδολέσχην λιπαροῦντα συλλαβέσθαι αὐτῷ, "Τὸ ἱκανόν σοι ποιήσω," φησίν, "ἐὰν παρακλήτους πέμψῃς καὶ αὐτὸς μὴ ἔλθῃς." Πλέων μετὰ πονηρῶν λῃσταῖς περιέπεσε˙ τῶν δέ, " Ἀπολώλαμεν," εἰπόντων, "ἐὰν γνωσθῶμεν," [2935] " Ἐγὼ δέ," φησίν, "ἐὰν μὴ γνωσθῶμεν." Τὴν οἴησιν ἔλεγε προκοπῆς ἐγκοπήν. Πρὸς τὸν μικρολόγον πλούσιον, "Οὐχ οὗτος," ἔφη, "τὴν οὐσίαν κέκτηται, ἀλλ' ἡ οὐσία τοῦτον." Ἔλεγε τοὺς μικρολόγους τῶν μὲν ὑπαρχόντων ὡς ἰδίων ἐπιμελεῖσθαι, ὡς δ' ἐξ ἀλλοτρίων μηδὲν [29310] ὠφελεῖσθαι. Τῇ μὲν ἀνδρείᾳ νέους ὄντας 〈ἡμᾶς δεῖν〉 ἔφη χρῆσθαι, τῇ δὲ φρονήσει γηράσκοντας ἀκμάζειν.