1.

[7.214] εἶναι πλήρη καὶ ναστά, ὥστε τῷ δοξασθέντι ἀδήλῳ μὴ ἀντιμαρτυρεῖν τὸ φαινόμενον κινήσεως οὔσης. ἡ μέντοι ἀντιμαρτύρησις μαχόμενόν τί ἐστι τῇ οὐκ ἀντιμαρτυρήσει˙ ἦν γὰρ συνανασκευὴ τοῦ φαινομένου τῷ ὑποσταθέντι ἀδήλῳ, οἷον ὁ Στωικὸς λέγει μὴ εἶναι κενόν, ἄδηλόν τι ἀξιῶν, τούτῳ δὲ οὕτως ὑποσταθέντι ὀφείλει τὸ φαινόμενον συνανασκευάζεσθαι, φημὶ δ' ἡ κίνησις˙ μὴ ὄντος γὰρ κενοῦ κατ' ἀνάγκην οὐδὲ κίνησις γίγνεται κατὰ τὸν ἤδη προδεδηλωμένον ἡμῖν τρόπον.