1.

[7.215] ὡσαύτως δὲ καὶ ἡ οὐκ ἐπιμαρτύρησις ἀντίξους ἐστὶ τῇ ἐπιμαρτυρήσει˙ ἦν γὰρ ὑπόπτωσις δι' ἐναργείας τοῦ τὸ δοξαζόμενον μὴ εἶναι τοιοῦτον ὁποῖόν περ ἐδοξάζετο, οἷον πόρρωθέν τινος προσιόντος εἰκάζομεν παρὰ τὸ διάστημα Πλάτωνα εἶναι, ἀλλὰ συναιρεθέντος τοῦ διαστήματος ἔγνωμεν δι' ἐναργείας ὅτι οὐκ ἔστι Πλάτων. καὶ γέγονε τὸ τοιοῦτον οὐκ ἐπιμαρτύρησις˙